Σωτηρία
- οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλ᾿ ἔχῇ ζωὴν αἰώνιον. - Ἰωάννην 3:16
- οὐ γὰρ ἐστιν διαστολή, πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, Ρωμαίους 3:23
- τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος • τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. - Ρωμαίους 6:23
- λέγει αὐτῷ ὁ Ἰησοῦς • Ἐγὼ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή • οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ. - Ἰωάννην 14:6
- ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, - Ἰωάννην 1:12
- ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ • Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. - Ἰωάννην 3:3
- καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. - Εβραίους 9:22
- καὶ εἶπεν • Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. - Μαθθαῖον 18:3
- ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω • ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ καὶ αὐτὸς μετ᾿ ἐμοῦ.- Αποκάλυψη 3:20
- Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.- 1 Ιωάννης 1:9
- ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται εἰς τὸ ὄνομα Κυρίου σωθήσεται.- Ρωμαίους 10:9, 10, 13
- τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον • οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται • - Εφεσίους 2:8, 9
- οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου,- Τίτο 3:5
- οἱ δὲ εἶπον • Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.- Πράξεις 16:31
- ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον • ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ᾿ ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ᾿ αὐτόν. Ἰωάννην 3:36
- κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. - Ἰωάννην 10:28
- ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν • ἰδοὺ γέγονεν καινὰ τὰ πάντα • - Κορινθίους β’ 5:17