Πίστη

  • ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. - Ρωμαίους 10:17
  • Έλπιζε στον Κύριο με όλη σου την καρδιά, και μη επιστηρίζεσαι στη σύνεσή σου·σε όλους τους δρόμους σου γνώριζε αυτόν, κι αυτός θα διευθύνει τα βήματά σου.- Παροιμίες 3:5, 6
  • ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ • Τὸ • Εἰ δύνασαι, πιστεῦσαι • πάντα δυνατὰ τῷ πιστεύοντι. - Μάρκος 9:23
  • ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν • ἰδοὺ γέγονεν καινὰ τὰ πάντα • - Κορινθίους β’ 5:17
  • ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα. - Λουκᾶν 1:37
  • τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων • Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. - Μαθθαῖον 9:29
  • Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.- Εβραίους 11:1
  • εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ • αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος • ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ • μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ Κυρίου • ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. - Ιακώβου 1:5-8
  • χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι • πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.- Εβραίους 11:6
  • ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν. - Ιακώβου 2:26
  • ὁ δὲ διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως. πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν. - Ρωμαίους 14:23
  • ὁ δὲ δίκαιός ἐκ πίστεως ζήσεται • καὶ Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. - Εβραίους 10:38
  • Και αν με θανατώνει, εγώ θα ελπίζω σ' αυτόν· όμως, θα υπερασπιστώ τους δρόμους μου μπροστά του.- Ιώβ 13:15
  • Επειδή, έτσι λέει ο Κύριος ο Θεός, ο Άγιος του Ισραήλ: Στην επιστροφή και ανάπαυση θα σωθείτε· στην ησυχία και πεποίθηση θα είναι η δύναμή σας· αλλά, δεν θελήσατε· - Ησαΐας 30:15
  • εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Τιμόθεον β’ 2:13
  • ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον • καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. - 1 Ιωάννης 5:4
  • ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι. - Εφεσίους 6:16
  • ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς • Διὰ τὴν ἀπιστίαν ὑμῶν • ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ • Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται • καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. - Μαθθαῖον 17:20
  • ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. - Εβραίους 12:2
  • Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, - Ρωμαίους 5:1
  • καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς • Ἔχετε πίστιν Θεοῦ. - Μάρκος 11:22
  • ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον ἐστὶν λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν • - ἐπιστολή α’ 1:6-9